Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_DIOSCORIDES
DIOSCORIDES, Fragmenta 3
Not analysed yet
Ὀλίγαις δὲ ὕστερον ἡμέραις περὶ τὴν Μαντίνειαν ἐμαχέσαντο, καὶ τὸν Ἐπαμινώνδαν, ἤδη κρατοῦντα τῶν πρώτων, ἔτι δ ̓ ἐγκείμενον καὶ κατασπεύδοντα τὴν δίωξιν, Ἀντικράτης Λάκων ὑποστᾶς ἔπαισε δόρατι μὲν, ὡς Διοσκουρίδης ἱστόρηκε· Λακεδαιμόνιοι δὲ Μαχαιρίωνας ἔτι νῦν τοὺς ἀπογόνους τοῦ Ἀντικράτους καλοῦσιν, ὡς μαχαίρᾳ πατάξαντος. Οὕτω γὰρ ἐθαύμασαν καὶ ὑπερηγάπησαν αὐτὸν φόβῳ τοῦ Ἐπαμινώνδου ζῶντος, ἕστε τιμὰς μὲν ἐκείνῳ καὶ δωρεὰς ψηφίσασθαι, τῷ γένει δ ̓ ἀτέλειαν, ἢν ἔτι καὶ καθ ̓ ἡμᾶς ἔχει Καλλικράτης, εἷς τῶν Ἀντικράτους ἀπογόνων.