Ancient Greek · ~3 min
1.1 to 1.2
Dioscurides Pedianus, De materia medica 1.1-2-2
Not analysed yet
1 ἀγαρικόν· ῥίζα φέρεται σιλφίῳ ἐμφερής, οὐ πυκνὴ τὴν ἐπιφάνειαν ὥσπερ τὸ σίλφιον, ἀραιὰ δέ ἐστιν ὅλη. ἐστι δὲ αὐτοῦ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ, ὧν διαφέρει τὸ θῆλυ ἔχον κτηδόνας εὐθείας ἐντός, τὸ δὲ ἄρρεν περιφερές τέ ἐστι καὶ πανταχόθεν συμφυές· γεύσει δὲ ἀμφότερα ὁμοια, κατʼ ἀρχὰς μὲν γλυκάζοντα, εἶτα ἐξ ἀναδόσεως ἔμπικρα. 2 γεννᾶται δὲ ἐν τῇ Ἀγαρίᾳ τῆς Σαρματικῆς· λέγουσι δὲ οἱ μὲν φυτοῦ ῥίζαν εἶναι, τινὲς δὲ ἐν φηγίνοις δένδρεσι κατὰ σῆψιν γίνεσθαι, καθάπερ καὶ οἱ μύκητες ἐπιφύονται. γεννᾶται δὲ καὶ ἐν τῇ κατὰ Ἀσίαν Γαλατίᾳ καὶ Κιλικίᾳ ἐπὶ τῶν κέδρων, εὔθρυπτον μέντοι καὶ ἀσθενὲς τῇ δυνάμει.