Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 1
Dioscurides Pedianus, De materia medica 1.3-2
Not analysed yet
3 ἐστι δὲ στυπτικόν, θερμαντικόν, ποιοῦν πρός τε στρόφους καὶ ὠμότητας, ῥήγματά |τε καὶ πτώματα, ὀβολῶν δυεῖν πλῆθος μετὰ οἰνομέλιτος διδόμενον ἀπυρέτοις, πυρέσσουσι δὲ ἐν μελικράτῳ· καὶ ἡπατικοῖς δὲ καὶ ἀσθματικοῖς καὶ δυσουροῦσι καὶ νεφριτικοῖς καὶ ἰκτεριώδεσι καὶ ὑστερικαῖς πνιξὶ καὶ κακοχροίαις ὡς δραχμὴ μία διδόμενον, φθισικοῖς δὲ μετὰ γλυκέος, σπληνικοῖς δὲ μετʼ ὀξυμέλιτος, στομαχικοῖς δὲ ὡς ἐστι διαμασώμενον καὶ καταπινόμενον μηδενὸς ὑγροῦ ἐπιρροφουμένου, ὁμοίως δὲ ὀξυρεγμιῶσιν.