Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 1
Dioscurides Pedianus, De materia medica 1.1-3
Not analysed yet
1 κέστρον τὸ καλούμενον ψυχρότροφον, ἐπειδὴ ἐν τοῖς ψυχροτάτοις εὑρίσκεται τόποις, ὅ ῥωμαῖοι βεττονίκην ἢ ῥουσμαρίναν καλοῦσι. πόα ἐστὶ καυλὸν ἔχουσα λεπτόν, πήχεως τὸ ὕψος ἢ καὶ μείζονα, τετράγωνον, φύλλα μακρά, ]αλακά, ὅμοια δρυΐ, τὴν περιφέρειαν ἐσχισμένα, εὐώδη, μείζονα δὲ τὰ πρὸς τῇ δίζῃ· ἐπ᾿ ἄκρῳ δὲ τῳ καυλῷ ἔνεστι τὸ σπέρμα ἐσταχυωμένον ὥσπερ θύμβρας. ταύτης τὰ φύλλα χρή συλλεγόμενα ξηραίνειν, ὦν ἐστι καὶ ἡ πλείων χρῆσις.