Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 1
Dioscurides Pedianus, De materia medica 1.2-2
Not analysed yet
2 ῥίζαι δὲ ὕπεισι λεπταὶ ὡς ἐλλεβόρου, αἴτινες ἔμετον φλεγματώδη κινοῦσι μεθʼ ὑδρομέλιτος πινόμεναι. τῶν δὲ φύλλων δίδόται πρὸς σπάσματα καὶ ῥήγματα καὶ πρὸς τάς ἐν ὑστέρᾶ διαθέσεις καὶ πνίγας ὑστερικὰς δραχμῆς μιᾶς ὁλκὴ μεθʼ ὑδρομέλιτος ἢ ὕδατος, θηριοδήκτοις δὲ ὁλκαὶ τρεῖς μετʼ οἴνου κοτυλῶν δυεῖν. καταπλασσομένη δὲ ἡ πόα ὡφελεῖ τούς θηριοδήκτους, καὶ πρὸς τὰ θανάσιμα ὁλκὴ μετʼ οἴνου ποθεῖσα ἁρμόζει· ἐὰν δέ τις προπίῃ, οὐδὲν βλαβήσεται λαβών θανάσιμον φάρμακον.