Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 10
Dioscurides Pedianus, De materia medica 10-2
Not analysed yet
10 καρκίνων ποταμίων καέντων ἡ τέφρα κοχλιαρίων δυεῖν πλῆθος σὺν γεντιανῆς ῥίζης κοχλιαρίῳ ἐνὶ καὶ οἴνῳ ποθεῖσα ἐπὶ ἡμέρας τρεῖς βοηθεῖ λυσσοδήκτοις ἐνεργῶς, σὺν δὲ μέλιτι ἑφθῷ ῥαγάδας τὰς ἐν ποσὶ καὶ τὰς ἐν δακτυλίῳ καὶ χιμέτλας καὶ καρκινώματα παρηγορεῖ, λεῖοι δὲ ὠμοὶ σὺν γάλακτι ὀνείῳ ποθέντες βοηθοῦσι δήγμασιν ἑρπετῶν, φαλαγγίων καὶ σκορπίων πληγαῖς. ἑθοὶ δὲ σὺν ζωμῷ ἐσθιόμενοι φθισικοὺς ὠφελοῦσι καὶ τοὺς λαγωὸν θαλάσσιον πεπωκότας. τριφθέντες δὲ σὺν ὠκίμῳ καὶ προσαχθέντες σκορπίους κτείνουσι. δύνανται δὲ τὰ αὐτὰ καὶ οἱ θαλάσσιοι, πλὴν ἦττον τούτων ἐνεργοῦσιν.