Ancient Greek · ~3 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 101
Dioscurides Pedianus, De materia medica 101.1
Not analysed yet
101 ἄμμλον ὠνόμασται διὰ τὸ χωρὶς μύλου κατασκευάζεσθαι· ἄριστον δέ ἐστι τὸ σκευαζόμενον ἐκ πυροῦ σητανίου, Κρητικὸν δὲ ἢ Αἰγύπτιον. σκευάζεται δὲ ἐκ πυροῦ σητανίου καθαροῦ, βρεχομένου καὶ πλυνομένου ἐν ὕδατι γλυκεῖ καὶ ἀποχεομένου πεντάκις τῆς ἡμέρας, εἰ δυνατὸν δέ, καὶ τῆς νυκτός. ὅταν δὲ μαλακὸς γένηται, πραέως τὸ ὕδωρ ἐκχεῖν δεῖ χωρὶς τοῦ κινεῖν ἵνα μὴ συνεκκλύζηται τὸ νόστιμον. ἐπὰν δὲ παραστῇ μαλακώτατος γενόμενος, ἀποχέας τὸ ὕδωρ τρίβειν τοῖς ποσίν, εἶτα ὕδωρ ἐπιχέοντας πάλιν τρίβειν· εἶτα ἀναιρεῖσθαι τὸ ἐφιστάμενον πίτυρον ἠθμῷ, καὶ τὸ λοιπὸν διηθήσαντας βαλεῖν εἰς ὑλιστῆρα, διυλίσαντάς τε εὐθέως ψύχειν ἐπὶ κεραμίδων καινῶν ἐν ἡλίῳ ὀξυτάτῳ ἔνικμον γὰρ κἀν ἐπʼ ὀλίγον μείνῃ, ὀξίζει.