Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 100
Dioscurides Pedianus, De materia medica 100
Not analysed yet
100 αἶπα ἡ γινομένη ἐν τοῖς πυροῖς ἀλεσθεῖσα δύναμιν ἔχει περιχαρακτικὴν νομῶν καὶ σηπεδόνων καὶ γαγγραινῶν μετὰ ῥεφάνου φλοιοῦ καὶ ἀλῶν καταπλασσομένη, καὶ λειχῆνας ἀγρίους καὶ λέπρας σὺν θείῳ ἀπύρω καὶ ὄξει θεραπεύει. σὺν κόπρῳ δὲ περιστερᾶς καὶ λινοσπέρμῳ ἑψομένη ἐν οἴνῳ χοιράδας διαλύει καὶ τὰ δύσπεπτα ῥήττει, ἰσχιαδικούς τε σὺν μελικράτῳ ἑψηθεῖσα καὶ καταπλασσομένη ὠφελεῖ. σὺν ἀλφίτῳ δʼ ἢ σμύρνη ἢ κρόκῳ ἢ λιβανωτῷ ὑποθυμιωμένη συνεργεῖ ταῖς συλλήμψεσιν.