Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 102
Dioscurides Pedianus, De materia medica 102.1-2
Not analysed yet
102 κρίνον, οὗ τὸ ἄνθος στεφανωματικόν ἐστι, καλούλυχνὶς μενον ὑπ᾿ ἐνίων λείριον, ἀφ᾿ οὗ καὶ τὸ χρίσμα κατασκευάζεται, ὅ τινες λείρινον, οἱ δὲ σούσινον καλοῦσι, μαλακτικὸν ὂν νεύρων καὶ ἰδίως τῶν περὶ μήτραν σκληριῶν. τῆς πόας τὰ φύλλα δύναμιν ἔχει καταπλασσόμενα ἑρπετοδήκτοις βοηθεῖν· ποιεῖ καὶ πρὸς κατακαύματα ζεσθέντα, ταριχευθέντα δὲ ἐν ὄξει τραυματικὰ γίνεται.