Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 102
Dioscurides Pedianus, De materia medica 102.2-2
Not analysed yet
ὁ δὲ χυλὸς αὐτῶν 2 μιγεὶς ὄξει καὶ μέλιτι ἕψηθείς τε ἐν χαλκώματι ὑγρὸν γίνεται φάρμακον πρὸς παλαιὰ ἕλκη καὶ πρόσφατα τραύματα. ἡ δὲ ῥίζα ἑψηθεῖσα λεία σὺν ῥοδίνῳ πυρίκαυτα ἰᾶται καὶ ὑστέραν μαλάσσει καὶ ἔμμηνα ἄγει καὶ ἕλκη κατουλοῖ· σὺν μέλιτι δὲ λεανκρίνον θεῖσα νεύρων διακοπᾶς καὶ στρέμματα ἰᾶται καὶ ἀλφοὺς ἀποκαθαίρει καὶ λέπρας καὶ πίτυρα καὶ ἀχῶρας σμήχει, τό τε πρόσωπον