Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 103
Dioscurides Pedianus, De materia medica 103.2
Not analysed yet
2 ἡ δὲ μέλαινα ὁμοία ταῖς λευκαῖς κατὰ πάντα, πλατυφυλλοτέρα μέντοι καὶ μελαντέρα τοῖς φύλλοις ὑπάρχει. γίνεται καὶ ἡ λεγομένη ἀγρία, ῥάβδους ὑψηλὰς φέρουσα καὶ δενδρώδεις, φύλλα ἐλελισφάκῳ ὅμοια· ἔχει δὲ κύκλῳ περὶ ταῖς ῥάβδοις ὥσπερ τὸ πράσιον ἄνθος μήλινον, χρυσοειδές. εἰσὶ δὲ καὶ φλομίδες διπλαῖ, δασεῖαι, προσφυεῖς τῇ γῇ, στρογγύλα ἔχουσαι τὰ φύλλα, καὶ τρίτη φλομίς, ἡ καλουμένη λυχνῖτις, ὑπὸ δέ τινων θρυαλλίς, φυλλάρια τρία ἢ τέσσαρα ἢ καὶ πλείονα ἔχουσα, παχέα, δασέα, λιπαρά, εἰς ἐλλύχνια χρήσιμα.