Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 103
Dioscurides Pedianus, De materia medica 103.1
Not analysed yet
103 φλόμος· τὴν μὲν ἀνωτάτω διαφοράν ἔχει διττήν· ἡ μὲν γάρ τίς ἐστιν αὐτῆς λευκὴ ἡ δὲ μέλαινα, καὶ τῆς λευκῆς ἡ μὲν θήλεια ἡ δὲ ἄρρην. τῆς μὲν οὖν θηλείας τὰ φύλλα παραπλήσιά ἐστι κράμβῃ, δασύτερα δὲ πολλῷ καὶ πλατύτερα καὶ λευκά, καυλὸς πήχεως ἢ καὶ μείζων, λευκός, ὑπόδασυς, ἄνθη λευκά, ὕπωχρα, σπέρμα μέλαν· ῥίζα δὲ μακρά, στρυφνή, πάχος ἔχουσα δακτύλου. φύεται δὲ ἐν πεδίοις. καὶ ἡ ἑτέρα, ἄρρην δὲ καλουμένη, λευκόφυλλος, ὑπομήκης δὲ καὶ στενοτέρα τοῖς φύλλοις καὶ τῷ καυλῷ λεπτοτέρα.