Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 104
Dioscurides Pedianus, De materia medica 104.2
Not analysed yet
2 καλεῖται δὲ τὸ ἕτερον αὐτῶν εἶδος κριός. ἀμφότεροι δʼ εἰσὶ διουρητικώτατοι, διδομένου πρὸς ἴκτερον καὶ ὕδρωπα τοῦ ἀρεψήματος αὐτῶν σὺν λιδανωτίδι, —βλάπτουσι δὲ κύστιν εἱλκωμένην καὶ νεφρούς —πρός τε μυρμηκίας καὶ ἀκροχορδόνας νουμηνίας οὔσης ἔνιοι ἑκάστης ἐξοχῆς ἐρεβίνθῳ ψαύοντες ἄλλῳ καὶ ἄλλῳ εἴς τε ὀθόνιον ἀποδήσαντες αὐτοὺς ῥίπτειν εἰς τοὐπίσω κελεύουσιν, ὡς ἀποπιπτουσῶν τῶν ἀκροχορδόνων. γίνεται δὲ καὶ ἄγριος ἐρέβινθος, ὅμοιος τοῖς φύλλοις τῷ ἡμέρῳ . ἐσμῇ δριμύς, τῷ καρπῷ διαφέρων, ποιῶν πρὸς ὅσα καὶ ὁ ἥμερος.