Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Section 1
Dioscurides Pedianus, De materia medica 105.1
Not analysed yet
105 κύαμος Ἑλλην ικὸς πνευματωτικός, φυσώδης, δύσπεπτος, δυσόνειρος, βηχὶ δὲ σύμφορος καὶ σαρκῶν γεννητικός, ψηθείς τε ἐν ἀξυκράτῳ καὶ σὺν τῳ λέπει ἐσθιόμενος δυσεντερίας καὶ κοιλιακάς ῥύσεις ἐπέχει, καὶ πρὸς ἐμέτους δὲ εὔθετος βρωθείς γίνεται δὲ ἀφυσότερος τοῦ πρώτου ὕδατος κατὰ τὴν ἕψησιν ἀποχεομένου. ὁ δὲ χλωρὸς κακοστομαχώτερος καὶ φυσωδέστερος. τὸ δὲ ἄλευρον τοῦ κυάμου καταπλασθὲν καθ᾿ ἑαυτό τε καὶ σὺν ἀλφίτῳ τὰς ἐκ πληγῆς φλεγμονάς πραύνει καὶ οὐλάς ὁμοχρόους ποιεῖ καὶ μαστούς χονδριῶντας καὶ φλεγμαίνοντας ὠφελεῖ γάλα τε σβεννύει.