Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 105
Dioscurides Pedianus, De materia medica 105.1-2
Not analysed yet
105 πράσιον, οἱ δὲ φιλοφαρές· θάμνος ἐστιν ἀπὸ μιᾶς ῥίζης πολύκλαδος, ὑπόδασυς, λευκός, τετράγωνος τοῖς ῥαβδίοις· φύλλον δὲ τῷ μεγάλῳ δακτύλῳ ἴσον, ὑποστρόγγυλον, δασύ, ἔρρυσον, πικρὸν τῇ γεύσει· ἐκ διαστημάτων δὲ ἐπὶ τῶν καυλῶν τὸ σπέρμα καὶ τὰ ἄνθη, οἱονεὶ σφόνδυλοι, τραχέα φύεται περὶ τὰ οἰκόπεδα καὶ ἐρείπια. τούτου τὰ φύλλα ξηρὰ σὺν τῷ σπέρματι ἀφεψόμενα ἐν ὕδατι ἢ χυλιζόμενα χλωρὰ δίδοται μετὰ μέλιτος φθισικοῖς, ἀσθματικοῖς, βήσσουσιν· ἀνάγει καὶ πάχος ἐκ θώρακος ἴριδος ξηρᾶς