Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 104
Dioscurides Pedianus, De materia medica 104
Not analysed yet
104 μελισσόφυλλον, ὃ ἔνιοι μελίτταιναν καλοῦσι διὰ τὸ ἥδεσθαι τῇ πόᾳ τὰς μελίσσας. ἔοικε ταύτης τὰ φύλλα καὶ τὰ καυλία τῇ προειρημένῃ βαλλωτῇ, μείζονα δὲ ταῦτα καὶ λεπτότερα, οὐχ οὕτω δασέα, ὄζοντα δὲ κιτρομήλων. ἁρμόζει δὲ τὰ φύλλα ποτιζόμενα σὺν οἴνῳ καὶ καταπλασσόμενα πρός τε σκορπιοπλήκτους καὶ φαλαγγιοδήκτους καὶ κυνοδήκτους· 2 καὶ τὸ ἀφέψημα δὲ αὐτῶν καταντλούμενον πρὸς τὰ αὐτὰ ποιεῖ, εἴς τε τὰ ἐγκαθίσματα πρὸς ἐμμήνων ἀγωγὴν εὐθετεῖ, ὀδονταλγίας τε διάκλυσμα, ἔγκλυσμά τε δυσεντερίας· βοηθεῖ καὶ τοῖς ὑπὸ μυκήτων πνιγομένοις μετὰ νίτρου τὰ φύλλα πινόμενα καὶ στροφουμένοις, καὶ ἔκλειγμα ὀρθοπνοῖκοῖς. καταπλασσόμενα δὲ σὺν ἁλσὶ διαφορεῖ χοιράδας καὶ ἕλκη ἀνακαθαίρει, τά τε ἐπὶ τῶν ἀρθριτικῶν ἀλγήματα παραιτεῖται καταπλασθέντα.