Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 108
Dioscurides Pedianus, De materia medica 105.106.108.1
Not analysed yet
108 ὄροβός ἐστι θαμνίσκος στενόφυλλος, λεπτός, ἔχων σπερμάτιον ἐν λοβοῖς, ἐξ οὖ γίνεται τὸ καλούμενον ὀρόβινον. ἄλευρον, ὅ καὶ πρὸς τὴν ἰατρικὴν ἁρμόζει χρῆσιν. ἐστι δὲ καρηβαρικός, κοιλίας ταρακτικός, εἰ βρωθείη, αἷμά τε διʼ οὔρων ἄγει. βοῦς δὲ λιπαίνει ἑφθὸς παρατιθέμενος. σκευάζεται δὲ τὸ ἐξ αὐτοῦ ἀρόβινον οὕτως· ἐκλέξας τοὺς εὐτρόφους καὶ λευκοὺς ῥαῖνε ὕδατι ἀναφυρῶν, ἐάσας τε ἐφ᾿ ἱκανὸν συμπιεῖν φρῦγε, ἄχρι οὗ ἂν περιρραγῇ ὁ φλοιός, εἶτα ἀλέσας καὶ διασήσας κοσκίνῳ λεπτῷ ἀπόθου.