Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 108
Dioscurides Pedianus, De materia medica 105.106.108.2
Not analysed yet
ἐστι δὲ εὐκοίλιον, οὐρητικόν, 2 εὐχροίας ποιητικόν, πλεονασθὲν δὲ ἐν βρωτῷ ἢ ἐν ποτῷ μετὰ στρόφων αἶμα ἄγει διὰ κοιλίας καὶ κύστεως. καθαίρει δὲ ἕλκη σὺν μέλιτι καὶ φακοὺς καὶ σπίλους καὶ ἐφήλεις καὶ τὸ λοιπὸν σῶμα, νομάς τε ἵστησι s καὶ γαγγραίνας, καὶ σκληρίας τὰς ἐν μαστοῖς μαλάσσει καὶ θηριώδη καὶ ἄνθρακας καὶ κηρία περιρρήττει. φυραθεὶς δὲ σὺν οἴνῳ κυνόδηκτα καὶ ἐχεόδηκτα καὶ ἀνθρωπόδηκτα θεραπεύει καταπλασσόμενος, σὺν ὄξει δὲ δυσουρίας καὶ στρόφους καὶ τεινεσμούς παύει· ἁρμόζει δὲ καὶ ἀτρόφοις ὅσον καρύου μέγεθος φρυκτὸν λημφθὲν σὺν μέλιτι. τὸ δὲ ἀφέψημα αὐτοῦ καταντλούμενον χιμέτλας καὶ κνησμοὺς τοὺς ἐν σώματι θεραπεύει.