Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 110
Dioscurides Pedianus, De materia medica 105.106.110.1
Not analysed yet
110 γογγύλης ἡ ῥίζα ἑφθὴ τρόφιμος, πνευματωτική. σαρκὸς πλαδαρᾶς γεννητική, ἀφροδισίων παρορμητική. τὸ δὲ ἀφέψημα αὐτῆς ποδάγρας καὶ χιμέτλης ἐστὶ κατάντλημα, καὶ αὐτὴ δὲ λεία καταπλασσομένη ὠφελεῖ, εἰ δέ τις ἐγγλύψας τὴν ῥίζαν κηρωτὴν ῥοδίνην ἐν αὐτῇ ἐπὶ θερμοσποδιᾶς τήξει, ποιεῖ πρὸς τὰς εἱλκωμένας χιμέτλας. ὁ δὲ ἐξ αὐτῆς ἀσπάραγος βιβρώσκεται ἑφθός· ἐστι δὲ οὐρητικός. τὸ δὲ σπέρμα εἰς ἀντιδότους καὶ θηριακάς ἀνωδύνους εὔθετον, βοηθεῖ δὲ καὶ τοῖς θανασίμοις· ποθὲν δὲ παρορμᾷ καὶ πρὸς ἀφροδίσια. ἁλμευθεῖσα δὲ ἀτροφωτέρα γίνεται βιβρωσκομένη τὰς μέντοι ὀρέξεις ἀναλαμβάνει.