Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 109
Dioscurides Pedianus, De materia medica 105.106.109.2
Not analysed yet
2 χοιράδας δὲ μεταβάλλει ἑψηθεὶς ἐν ὄξει καὶ καταπλασθεὶς καὶ ἄνθρακας περιρρήσσει. μεθʼ ὕδατος δὲ ὀμβρίου ἑψηθέντες οἱ θέρμοι ἄχρι χυλώσεως πρόσωπον σμήχουσι, μετὰ δὲ χαμαιλέοντος ῥίζης τοῦ μέλανος ἑψηθέντες προβάτων ψώρας ἰῶνται ἐκλελουμένων τῳ ἀφεψήματι χλιαρῷ. ἡ δὲ ῥίζα ἑψηθεῖσα σὺν ὕδατι καὶ ποθεῖσα οὔρησιν κινεῖ, οἱ δὲ ἀπογλυκανθέντες λεῖοι σὺν ὄξει ποθέντες στομάχου ἄσην πραύνουσι καὶ ἀνορεξίαν ἰῶνται. γίνεται δὲ καὶ ἄγριος θέρμος, ἐμφερὴς τῷ ἡμέρῳ κατὰ πάντα, μικρότερος δέ, ποιῶν ὅσα καὶ ὁ ἥμερος.