Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Section 1
Dioscurides Pedianus, De materia medica 105.106.112.1
Not analysed yet
112 ῥαφανὶς καὶ αὐτὴ πνευμάτων γεννητική, εὔστομος, οὐκ εὐστόμαχος, ἐρευκτική. οὐρητικὴ δέ ἐστι καὶ θερμαντική, εὐκοίλιος δέ, εἰ τις αὐτὴν ἐπιλαμβάνει μᾶλλον συνεργοῦσαν τῇ ἀναδόσει, προεσθιομένη δὲ μετεωρίζει τὴν τροφήν ἁρμόζει δὲ καὶ τοῖς ἐμεῖν μέλλουσι προεσθιομένη, ἀκριβοῖ δὲ καὶ τὰς αἰσθήσεις. ἑφθὴ δὲ ποιεῖ λαμβανομένη βήσσουσι χρονίως καὶ τοῖς πάχος γεννῶσιν ἐν θώρακι. ὁ δὲ φλοιὸς αὐτῆς μετʼ ὁξυμέλιτος λαμβανόμενος ἐμετικώτερος, ἁρμόζων ὑδρωπικοῖς, καταπλασθεὶς δὲ εὐθετεῖ καὶ σπληνικοῖς· σὺν μέλιτι δὲ νομὰς ἐφίστησι καὶ ὑπώπια αἴρει καὶ ἐχεοδήκτοις βοηθεῖ ἀλωπεκίας τε δασύνει, φακοὺς δὲ ἀποσμήχει σὺν αἰρίνῳ ἀλεύρῳ· βοηθεῖ δὲ καὶ τοῖς ὑπὸ μυκήτων πνιγομένοις, ἔμμηνά τε ἄγει.