Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Section 2
Dioscurides Pedianus, De materia medica 105.106.112.2
Not analysed yet
τὸ δὲ 2 σπέρμα αὐτῆς ἐμετικόν, οὐρητικόν, σπληνὸς καθαιρετικὸν πινόμενον μετʼ ὄξους, συναγχικοῖς τε βοηθεῖ ἀφεψηθὲν σὺν ὀξυμέλιτι θερμῷ εἰς ἀναγαργάρισμα, καὶ πρὸς κεράστου δῆγμα σὺν οἴνῳ πινόμενον βοηθεῖ, ἐπιπλασθὲν δὲ μετ᾿ ὄξους γαγγραίνας εὐτόνως περιχαράσσει. ἡ δὲ ἀγρία ῥαφανίς, ἣν Ῥωμαῖοι ἀρμοράκιον καλοῦσι, φύλλα ἔχει ὅμοια τῇ ἡμέρῳ πρὸς τὰ τῆς λαμψάνης μᾶλλον, δίζα δὲ ἰσχνή. μακρά, ὑπόδριμυς. λαχανεύεται δὲ ἡ ῥίζα καὶ τὰ φύλλα εἰς βρῶσιν ἑφθά. ἐστι δὲ θερμαντική, οὐρητική. καυματώδης.