Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Chapter 120, Section 1
Dioscurides Pedianus, De materia medica 105.106.112.120.1
Not analysed yet
120 κράμβη ἥμερος εὐκοίλιος ἀκρόζεστος ἐσθιομένη, ἡ δὲ καθεψηθεῖσα κοιλίαν ἵστησι καὶ μᾶλλον ἡ δίεφθος καὶ ἐν κονίᾳ ἑψηθεῖσα· κακοστόμαχος δὲ καὶ μᾶλλον δριμυτέρα ἡ θερινή, ἡ δὲ ἐν Αἰγύπτῳ διὰ πικρίαν ἄβρωτος. ἀμβλυωποῦσι δὲ βοηθεῖ καὶ τρομώδεσιν ἐσθιομένη, καὶ τάς ἐκ κραιπάλης δὲ καὶ οἴνων κακίας σβέννυσιν ἐπιλαμβανομένη. τὸ δὲ ἀπʼ αὐτῆς κύημα εὐστομαχώτερον καὶ οὐρητικώτερον, ταριχευθὲν δὲ κακοστόμαχον καὶ κοιλίας ταρακτικόν.