Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Chapter 120, Section 2
Dioscurides Pedianus, De materia medica 105.106.112.120.2
Not analysed yet
ὁ δὲ χυλὸς αὐτῆς ὠμῆς μετὰ 2 ἴριδος καὶ νίτρου καταπινόμενος κοιλίαν μαλάττει, μετʼ οἴνου δὲ ποθεὶς ἐχεοδήκτοις βοηθεῖ, σὺν τηλίνῳ δὲ ἀλεύρῳ καὶ ὄξει ποδαγρικοῖς καὶ ἀρθριτικοῖς, ἕλκεσί τε ῥυπαροῖς καὶ παλαιοῖς ἐπιπλαττόμενος ἁρμόζει, ἐγχεόμενός τε καθʼ ἑαυτὸν ταῖς ῥισὶ κεφαλὴν καθαίρει· μετὰ δὲ αἰρίνου ἀλεύρου προστεθεὶς καταμήνια ἄγει. τὰ δὲ φύλλα λεῖα καταπλασσόμενα καθʼ ἑαυτὰ ἢ μετὰ ἀλφίτων ποιεῖ πρὸς πᾶσαν φλεγμονὴν καὶ οἰδήματα, καὶ ἐρυσιπέλατα καὶ ἐπινυκτίδας καὶ λέπρας ἰᾶται. μεθʼ ἁλῶν δὲ ἄνθρακας περιρρήττει· ἴσχει δὲ καὶ ῥύσιν τῶν ἐν κεφαλῇ τριχῶν.