Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Chapter 120, Chapter 126
Dioscurides Pedianus, De materia medica 105.106.112.120.126.1
Not analysed yet
126 ἀρνόγλωσσον, οἱ δὲ ἑπτάπλευρον, οἱ δὲ πολύπλευρον· διττόν ἐστι, τὸ μὲν μικρὸν τὸ δὲ μεῖζον. ἔχει δὲ τὸ μὲν μικρὸν φύλλα στενότερα καὶ μικρότερα καὶ λειότερα, καυλὸν γωνιοειδῆ, κεκλιμένον ὡς ἐπὶ τὴν γῆν, ἄνθη ὠχρά, τὸ δὲ σπέρμα ἐπʼ ἄκρῳ τῷ καυλῷ. τὸ δὲ μεῖζον εὐερνέστερον, πλατύφυλλον, λαχανῶδες· καυλὸς δὲ καὶ ἐπὶ τούτῳ γωνιοειδής, ὑπέρυθρος, ὕψος πήχεως, ἐκ μέσου μέχρι κορυφῆς στέρματι περιεχόμενος λεπτῷ. ῥίζαι δὲ ὕπεισιν ἁπαλαί, δασεῖαι, λευκαί, πάχος δακτύλου. γεννᾶται δὲ πρὸς τοῖς τέλμασι καὶ φραγμοῖς καὶ ἐν ἐνίκμοις τόποις· εὐχρηστότερον δὲ τὸ μέγα.