Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Chapter 120, Chapter 126
Dioscurides Pedianus, De materia medica 105.106.112.120.126.2
Not analysed yet
δύναμιν δὲ ἔχει τὰ φύλλα στυπτικήν ξηραντικήν ὅθεν 2 καταπλασσόμενα πρὸς πάντα τὰ κακοήθη καὶ ἐλεφαντιῶντας καὶ ῥευματικὰ καὶ ἀκάθαρτα ἕλκη ἁρμόζει. ἐπέχει δὲ καὶ αἱμορραγίας, νομάς, ἄνθρακας, ἕρπητας, ἐπινυκτίδας· ἀπουλοῖ καὶ χρόνια ἕλκη καὶ ἀνώμαλα καὶ τὰ χειρώνια ἰᾶται καὶ κόλπους παρακολλᾷ, καὶ κυνόδηκτα καὶ πυρίκαυτα, φλεγμονάς, παρωτίδας, φύγεθλα, χοιράδας καὶ αἰγίλωπας σὺν ἁλσὶν ἐπιπλασσόμενα ὠφελεῖ. ἑφθὸν δὲ τὸ λάχανον μεθ᾿ ἁλῶν καὶ ὄξους λαμβανόμενον δυσεντερικοῖς καὶ κοιλιακοῖς ἁρμόζει· δίδοται δὲ καὶ μετὰ φακῆς ἀντὶ σεύτλου συνεψόμενον, καὶ πρὸς λευκοφλεγματίας μετὰ τὸ ξηροφαγῆσαι μέση δίδοται ἡ πόα ἑφθή· ποιεῖ δὲ καὶ ἐπιλημπτικοῖς καὶ ἀσθματικοῖς διδομένη.