Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Chapter 120, Chapter 135
Dioscurides Pedianus, De materia medica 105.106.112.120.135.1
Not analysed yet
135 σίκυς ἥμερος εὐκοίλιος, εὐστόμαχος, ψυκτικός, οὐ φθειρόμενος, κύστει ἁρμόδιος, ἀνακτητικὸς λειποθυμιῶν ὀσφραινόμενος. καὶ τὸ σπέρμα δὲ αὐτοῦ μετρίως οὐρητικόν, ἁρμόζον σὺν γάλακτι ἢ γλυκεῖ πρὸς τὰς ἐν κύστει ἑλκώσεις. τὰ δὲ φύλλα αὐτοῦ σὺν οἴνῳ καταπλασθέντα κυνόδηκτα ἰᾶται, σὺν μέλιτι δὲ καὶ ἐπινυκτίδας. ἡ δὲ τοῦ πέπονος σὰρξ καὶ αὐτὴ πεπτική, οὐρητικὴ ἐσθιομένη, καταπλασθεῖσα δὲ ὀφθαλμοῦ φλεγμονὰς πραύνει.