Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Chapter 120, Chapter 135
Dioscurides Pedianus, De materia medica 105.106.112.120.135.2
Not analysed yet
τὸ δὲ δέρμα αὐτοῦ σειριῶσι παιδίοις ἐπιτίθεται ἐπὶ τοῦ βρέγματος, 2 καὶ ῥαυματιζομένοις ὀφθαλμοῖς ἀντὶ ἀνακολλήματος κατὰ τοῦ μετώπου. ὁ δὲ χυλὸς σὺν τῷ σπέρματι μιγεὶς ἀλεύρῳ καὶ ξηρανθεὶς ἐν ἡλίῳ σμῆγμα γίνεται ῥυπτικὸν καὶ προσώπου λαμπρυντικόν. ἡ δὲ ῥίζα ξηρὰ ποθεῖσα σὺν ὑδρομέλιτι δραχμῆς μιᾶς ὁλκὴ ἐμέτους κινεῖ· εἰ δέ τις πραέως ἀπὸ δείπνου ἐμέσαι θέλοι, ἀρκέσουσιν ὀβολοὶ δύο· ὑγιάζει δὲ καὶ κηρία καταπλασθεῖσα λεία μετὰ μέλιτος.