Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Chapter 120, Section 3
Dioscurides Pedianus, De materia medica 105.106.112.120.3
Not analysed yet
3 ὠμὰ δὲ ἐσθιόμενα μετʼ ὄξους σπληνικούς ὠφελεῖ, διαμασώμενα δὲ φωνῆς ἀποκοπὴν καθίστησι τοῦ χυλοῦ καταπινομένου, καὶ τὸ ἀφέψημα δὲ αὐτῆς κοιλίαν καὶ ἔμμηνα κινεῖ πινόμενον. τὸ δὲ ἄνθος ἀτόκιον μετὰ τὴν ἀποκύησιν προστεθὲν ἐν πεσσῷ. τὸ δὲ σπέρμα μάλιστα τῆς ἐν Αἰγύπτῳ γεννωμένης πινόμενον ἕλμινθας ἐκτινάσσει· μίσγεται δὲ καὶ εἰς ἀντιδότους θηριακάς, πρόσωπόν τε ἀποκαθαίρει καὶ φακούς. οἱ δὲ καυλοὶ χλωροὶ κατακαέντες σύν ταῖς ῥίζαις καὶ ἀναλημφθέντες στέατι χοιρείῳ παλαιῷ πλευράς χρόνια ἀλγήματα ἐπιτεθέντες παύουσιν.