Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Chapter 159
Dioscurides Pedianus, De materia medica 105.106.112.159.4
Not analysed yet
ἀναλημφθὲν δὲ πίσσῃ χοιράδας διαφορεῖ, 4 σμήχει δὲ ἀλφοὺς σὺν νίτρῳ. φώγνυται δὲ ἐν ὀστράκῳ καινῷ ἐπ᾿ ἀνθράκων κινούμενον ὡς φακοί. ἡ δὲ ῥίζα αὐτοῦ οὐκ ἔστι ζιγγίβερι, καθάπερ ἔνιοι ὑπέλαβον, ὡς αὐτίκα δηλώσομεν. ἔοικε μέντοι κόστῳ ἡ τοῦ πεπέρεως ῥίζα, θερμαίνουσα τὴν γεῦσιν καὶ ὑγρὰ ἐκκαλουμένη, ταπεινοῖ δὲ σπλῆνα σὺν ὄξει καταπλασσομένη καὶ πινομένη· ἀποφλεγματίζει δὲ μετὰ σταφίδος ἀγρίας μασηθεῖσα.