Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Chapter 160
Dioscurides Pedianus, De materia medica 105.106.112.160
Not analysed yet
160 ζιγγίβερι ἴδιόν ἐστι φυτόν, γεννώμενον ἐν τῇ Τρωγλοδυτικῇ καὶ Ἀραβίᾳ πλεῖστον, οὗ χρῶνται τῇ χλόῃ εἰς πολλά, καθάπερ ἡμεῖς τῷ πηγάνῳ, ἕψοντες εἰς προποτισμοὺς καὶ εἰς ἑψήματα μίσγοντες. ἔστι δὲ ῥιζία μικρά, ὥσπερ κυπέρου, ὑπόλευκα, πεπερίζοντα τῇ γεύσει καὶ εὐώδη· ἐκλέγου δὲ τὰ ἀτερηδόνιστα. ὑπ᾿ ἐνίων μέντοι γε ταριχεύεται διὰ τὸ εὔσηπτον καὶ διακομίζεται ἐν κεραμίοις εἰς Ἰταλίαν, εὐχρηστοῦν εἰς βρῶσιν· λαμβάνεται δὲ μετὰ ταρίχου. δύναμιν δὲ ἔχει θερμαντικήν, πεπτικήν, μαλακτικὴν κοιλίας ἐπιεικῶς, εὐστόμαχον· ποιεῖ καὶ πρὸς τὰ ἐπισκοτοῦντα ταῖς κόραις, μείγνυται καὶ ἀντιδότοις, καὶ καθ᾿ ὅλου παρέοικέ πως τῇ τοῦ πεπέρεως δυνάμει.