Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Chapter 162
Dioscurides Pedianus, De materia medica 105.106.112.162
Not analysed yet
162 πταρμικὴ θαμνίον ἐστί, κλῶνας ἔχον μικρούς, πολλούς, περιφερεῖς, ὁμοίους ἁβροτόνῳ, περὶ οὓς φύλλα ἐπιμήκη, ἐοικότα τοῖς τῆς ἐλαίας, πολλά· ἐπ᾿ ἄκρῳ δὲ ὥσπερ ἀνθεμίδος κεφάλιον μικρόν, περιφερές, δριμὺ κατὰ τὴν ὀσμήν, ἐρεθιστικὸν πταρμοῦ, ὅθεν καὶ ὠνόμασται. δύναμιν δὲ ἔχει καταπλασσόμενα τὰ φύλλα μετὰ τῶν ἀνθῶν ὑπώπια αἴρειν. τὰ δὲ ἄνθη πταρμοὺς ἐνεργέστατα κινεῖ, φύεται δὲ ἐν ὀρεινοῖς καὶ πετρώδεσι τόποις.