Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Chapter 161
Dioscurides Pedianus, De materia medica 105.106.112.161
Not analysed yet
161 ὑ δροπέπερι· φύεται μὲν μάλιστα παρὰ στασίμοις ὕδασιν ἢ ἐπιεικέσι ῥείθροις, καυλὸν δὲ ἀνίησι γονατώδη, περὶ δν μασχάλαι, καὶ φύλλα ἡδυόσμῳ ἐοικότα, μείζονα δὲ καὶ λευκότερα καὶ τρυφερώτερα, δριμέα ἐν τῇ γεύσει ὥσπερ τὸ πέπερι, οὐ μὴν ἀρωματίζει. καρπὸν δ᾿ ἔχει ἐπὶ κλωναρίων μικρῶν, ἐκφυόμενον παρὰ τὰ φύλλα, συνεχῆ καὶ βοτρυώδη, δριμὺν καὶ αὐτόν. ῥίζαν δ᾿ ἔχει μικράν, ἄχρηστον. δύναται δὲ τὰ φύλλα σὺν τῷ καρπῶ καταπλασσόμενα οἰδήματα καὶ χρονίους σκληρίας διαφορεῖν ὑπώπιά τε ἀποκαθαίρειν. ξηρανθέντα δὲ καὶ κοπέντα μείγνυται ἀντὶ πεπέρεως ἁλσὶ καὶ προσοψήμασι.