Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Section 2
Dioscurides Pedianus, De materia medica 105.106.112.2-2
Not analysed yet
ἀποκαθίστησι δὲ καὶ ἴκτερον τριῶν δραχμῶν πλῆθος ποθεῖσα 2 μετὰ γλυκέος ἢ μελικράτου ὑδαροῦς —κατακλίνειν δὲ δεῖ τὸν πίνοντα ἐν οἴκῳ θερμῷ καὶ πλείοσιν ἱματίοις περιβάλλειν, ὅπως ἱδρώσῃ· δ δὲ ἀποκρινόμενος ἱδρὼς χολώδης εὑρίσκεται τῇ χρόᾳ —ἐγχυματίζεταί τε ὁ χυλὸς αὐτῆς μετὰ μέλιτος εἰς τὰς ῥῖνας πρὸς κάθαρσιν κεφαλῆς, καὶ τῷ δακτυλίῳ ἐν ἐρίῳ προστίθεται πρὸς κομιδὴν περιττωμάτων. καταχρισθέντος δὲ αὐτοῦ ἐπ᾿ ὀμφαλοῦ καὶ ὑπογαστρίου καὶ ἰσχίου κοιλίαν μαλάσσει καὶ ἐκτρρσμοὺς ἐργάζεται, καὶ πρὸς τοὺς ὑποκεχυμένους καὶ ἀμβλυωποῦντας ἐγχριόμενος ὁ χυλὸς σὺν μέλιτι ἁρμόζει· μείγνυται καὶ εἰς τὰ φθόρια, ἕδραν τε προπεσοῦσαν σὺν ὄξει καταχριόμενος καθίστησι.