Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 112, Section 3
Dioscurides Pedianus, De materia medica 105.106.112.3
Not analysed yet
χυλίζεται δὲ ἡ ῥίζα κοπτομένη καὶ ἐκθλιβομένη, 3 ἑψομένου τοῦ χυλοῦ ἄχρι μελιτώδους συστάσεως. ῥύπτει δὲ καὶ χρῶτα ἡ ῥίζα καὶ ἐξανθήματα στέλλει, καὶ τραύματα μετ᾿ ὄξους καὶ καθ᾿ ἑαυτὴν καὶ μετὰ μέλιτος ἰᾶται. καταπλασσομένη δὲ καὶ σπλῆνα τήκει, ἀποκαθαίρει δὲ καὶ ἔφηλιν καὶ ἀλωπεκίας, εὐθετεῖ δὲ καὶ πρὸς στρέμματα καὶ ποδάγραν. τὸ δὲ ἀφέψημα αὐτῆς ποιεῖ πρὸς τὰ ἐν τῇ κεφαλῇ ἑλκύδρια καὶ χιμέτλας καταντλούμενον, αὐτή τε δἰ ἐλαίου παλαιοῦ ἀναζεσθεῖσα καταχριομένου τοῦ ἐλαίου.