Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 165
Dioscurides Pedianus, De materia medica 105.106.165
Not analysed yet
165 κυκλάμινος ἑτέρα, ἣν ἔνιοι κισσάνθεμον καλοῦσι, φύλλα ἔχει κισσῷ ἐοικότα, ἐλάσσονα δέ, καυλοὺς παχεῖς, γονατώδεις, περιελισσομένους τοῖς παρακειμένοις δένδρεσιν ἑλικοειδῶς, ἄνθη λευκά, εὐώδη. καρπὸς δὲ ὡς ῥᾶγες σταφυλῆς, ὅμοιος κισσῷ, μαλακός, δριμὺς ἐν τῇ γεύσει ἡρέμα καὶ γλίσχρος, ῥίζα ἄχρηστος. φύεται δὲ ἐν τραχέσι χωρίοις. ταύτης ὁ καρπὸς ὅσον δραχμῆς μιᾶς πλῆθος πινόμενος μετ᾿ οἴνου λευκοῦ κυάθων δυεῖν πλῆθος ἐπὶ ἡμέρας τεσσαράκοντα σπλῆνα τήκει δι σὔρων καὶ κοιλίας δαπανώμενον· πίνεται δὲ καὶ πρὸς ὀρθόπνοιαν, καὶ τὰ ἐκ τοκετῶν καθαίρει ποθείς.