Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 166
Dioscurides Pedianus, De materia medica 105.106.166
Not analysed yet
166 δρακόντιον· φύλλα ἔχει κισσοειδῆ, μεγάλα, σπίλους ἔχοντα λευκούς, καυλὸν δὲ ὀρθόν, δίπηχυν, ποικίλον, ὀφιοειδῆ, διαπόρφυρον τοῖς σπίλοις, βακτηρίας τὸ πάχος· καρπὸς δὲ ἐπ᾿ ἄκρου βοτρυοειδής, χρώματι τὸ μὲν πρῶτον χλοώδης, πεπανθεὶς δὲ κροκίζων, ἐπιδάκνων τὴν γεῦσιν, ῥίζα ποσῶς στρογγύλη, βολβοειδής, ὁμοία ἄρῳ, φλοιὸν ἔχουσα λεπτόν. φύεται ἐν συσκίοις τόποις περὶ φραγμοὺς καὶ αἱμασιάς. δύναμιν δὲ ἔχει ὁ καρπὸς χυλισθεὶς καὶ ἐγχυματισθεὶς μετ᾿ ἐλαίου εἰς τὸ οὖς ὠταλγίαν παύειν, εἰς δὲ τὰς ῥῖνας ἐντιθέμενος ἐν ἐρίῳ πώλυπας δαπανᾶν, καταχριόμενος δὲ στέλλειν καὶ καρκινώματα.