Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 169
Dioscurides Pedianus, De materia medica 105.169.1
Not analysed yet
169 ἀσφόδελος· φυτὸν τοῖς πλείστοις γνώριμον, φύλλον ἔχον πράσῳ μεγάλῳ ἐοικός, καυλὸν δὲ λεῖον, ἔχοντα ἐπ ἄκρου ἄνθος, καλούμενον ἀνθερικόν. ῥίζαι δὲ ὕπεισιν ἐπιμήκεις, στρογγύλαι, βαλάνοις ὅμοιαι, δριμεῖαι τὴν γεῦσιν, καὶ τὴν δύναμιν θερμαντικαί. κινοῦσι δὲ καὶ οὔρησιν καὶ ἔμμηνα ποθεῖσαι, ἰῶνται καὶ πλευρᾶς ἀλγήματα καὶ βῆχας καὶ σπάσματα καὶ δήγματα δραχμῆς μιᾶς τὸ πλῆθος τῆς ῥίζης ἐν οἴνῳ πινομένης.