Ancient Greek · ~3 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 169
Dioscurides Pedianus, De materia medica 105.169.2
Not analysed yet
ποιεῖ δὲ καὶ εὐημεστέρους ὅσον ἀστράγαλος βρωθεῖσα, καὶ ἑρπετοδήκτοις 2 δίδοται ὠφελίμως ὅσον δραχμῶν τριῶν τὸ πλῆθος· καὶ καταπλάττειν δὲ δεῖ τὰ δήγματα τοῖς τε φύλλοις καὶ τῇ ῥίζῃ καὶ τοῖς ἄνθεσι σὺν οἴνῳ, καὶ τὰ ῥυπαρὰ καὶ νεμόμενα ἕλκη καὶ μαστῶν καὶ διδύμων φλεγμονὰς καὶ φύματα καὶ δοθιῆνας, συγκαθεψομένης τρυγὸς οἴνου τῇ ῥίζῃ, πρὸς δὲ τὰς προσφάτους φλεγμονὰς μετ᾿ ἀλφίτου. ὁ δὲ χυλὸς τῆς ῥίζης προσλαβὼν οἴνου παλαιοῦ γλυκέος καὶ σμύρνης καὶ κρόκου συνεψηθέντων ἐπὶ τὸ αὐτὸ ἔγχριστον γίνεται ὀφθαλμοῖς φάρμακον, καὶ πρὸς ὦτα πυορροοῦντα καθ᾿ ἑαυτὸν καὶ σὺν λιβανωτῷ καὶ μέλιτι καὶ οἴνῳ καὶ σμύρνῃ χλιανθεὶς ἁρμόζει, ὀδονταλγίας τε καθ᾿ ἑαυτὸν ἐγχυθεὶς ὁ χυλὸς τῷ ἀντικειμένῳ ὠτίῳ πραύνει.