Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 169
Dioscurides Pedianus, De materia medica 105.169.3
Not analysed yet
3 καεῖσα δὲ ἡ ῥίζα, τῆς τέφρας ἐπιπλασσομένης, ἀλωπεκίας δασύνει, ἐνεψηθὲν δὲ ἔλαιον κεκοιλωμέναις ταῖς ῥίζαις ἐπὶ πυρὸς εἱλκωμένας χιμέτλας καὶ πυρίκαυτα ὑπαλειφόμενον ὠφελεῖ, καὶ ὠταλγιῶσι βοηθεῖ ἐγχεόμενον εἰς τὸ οὖς, ἀλφόν τε λευκὸν προανατριφθέντα ὀθονίῳ ἐν ἡλίῳ καταχρισθεῖσα ἡ ῥίζα σμήχει. ὁ δὲ καρπὸς καὶ τὰ ἄνθη κατ᾿ ἐξοχὴν σκολοπένδρων καὶ σκορπίων ἀντιφάρμακόν ἐστιν ἐν οἴνῳ ποθέντα· ταράττει δὲ καὶ τὴν κοιλίαν.