Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 172
Dioscurides Pedianus, De materia medica 105.172
Not analysed yet
172 παγκράτιον· οἱ δὲ καὶ τοῦτο σκίλλαν ὀνομάζουσι. ῥίζα ἐστὶ βολβῷ μεγάλῳ ὁμοία, ὑπόπυρρος, πικρὰ καὶ πυρώδης τὴν γεῦσιν, φύλλα κρίνῳ ὅμοια, μακρότερα δέ. ἔχει δὲ δύναμιν τὴν αὐτὴν τῇ σκίλλη καὶ σκευασίαν καὶ δόσιν, ποιοῦσαν ἐπὶ τῶν αὐτῶν παθῶν· ἐπιεικεστέρα μέντοι τῆς σκίλλης ἡ ταύτης δύναμις· ὅθεν καὶ χυλιζομένη μειγνυμένη τε ὀροβίνῳ ἀλεύρῳ καὶ ἀναπλασσομένη εἰς ἀρτίσκους δίδοται σὺν ὑδρομέλιτι σπληνικοῖς καὶ ὑδρωπικοῖς ὠφελίμως.