Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 173
Dioscurides Pedianus, De materia medica 105.173.1
Not analysed yet
173 κάππαρις· οἱ δὲ κυνόσβατον, οἱ δὲ καπρίαν, οἱ δὲ κόρακος μῆλον, οἱ δὲ ὀφιόσκορδον, οἱ δὲ ὀφιοστάφυλον, οἱ δὲ θαλλίαν, οἱ δὲ πετραίαν, οἱ δὲ ῥλόφυτον, οἱ δὲ ἰωνίτην, ἔνιοι δὲ ἀείχλωρον, οἱ δὲ ἱππομανές, οἱ δὲ τριχομανὲς καλοῦσι· θάμνος ἐστὶν ἀκανθώδης, ἐπὶ γῆς γυροειδῶς ἐστρωμένος, ἀκάνθας ἀγκιστροειδεῖς ἔχων ὡς βάτος, φύλλα δὲ στρογγύλα, κυδωνίᾳ ὅμοια, καρπὸν δὲ οἶον ἐλαίας, δς ἀνοιχθεὶς λευκὸν προίεται ἄνθος, οὗ πεσόντος εὑρίσκεταί τι οἷον βάλανος ἐπίμηκες, ὅπερ ἀνοιχθὲν ἔχει κόκκους ὥσπερ ῥόας μικρούς, ἐρυθρούς, ῥίζας ξυλώδεις καὶ μεγάλας, πλείστας.