Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 173
Dioscurides Pedianus, De materia medica 105.173.2
Not analysed yet
2 φύεται τοὐπίπαν ἐν τραχέσι καὶ λεπτογείοις τόποις καὶ νήσοις καὶ οἰκοπέδοις. ταριχεύεται δὲ ὁ καρπὸς καὶ ὁ καυλὸς εἰς βρῶσιν. ταράττει δὲ κοιλίαν, κακοστόμαχός τέ ἐστι καὶ διψώδης, βρωθεῖσα δὲ ἑφθὴ εὐστομαχωτέρα τῆς ὠμῆς. ὁ μὲν οὖν καρπὸς αὐτῆς σπλῆνα ἐκτήκει ὁλκὴ δυεῖν δραχμῶν μετ᾿ οἴνου πινόμενος ἐπὶ ἡμέρας τριάκοντα· ἄγει δὲ καὶ οὖρον καὶ αἱματῶδες διαχώθρημα, ἰσχιάδι τε καὶ παραλύσει βοηθεῖ πινόμενος καὶ πρὸς ῥήγματα καὶ σπάσματα, καὶ ἔμμηνα ἄγει καὶ ἀποφλεγματίζει, ματίζει, καὶ ὀδόντος πόνον παύει ὁ καρπὸς σὺν ὄξει ἑψηθεὶς καὶ διακλυζόμενος.