Ancient Greek · ~3 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 176
Dioscurides Pedianus, De materia medica 105.176.3
Not analysed yet
ἔνιοι δὲ μὴ δυνάμενοι διορίζειν ἀπὸ τῆς ἀγρίας ἀνεμώνης 3 τὴν λεγομένην ἀργεμώνην καὶ τὴν ῥοιάδα μήκωνα, περὶ ἧς ἐν ταῖς μήκωσιν ἱστορήσομεν (IV 63), διὰ τὸ τῶν ἀνθῶν μόχρουν, φοινίκεον ὑπάρχον, πλανῶνται τὴν Εὐπατόριον ἀργεμώνην ὀνομάζοντες· πλὴν τῆς ἀργεμώνης ἧττον βαθὺ τὸ φοινικοῦν ἐστι καὶ τῆς ῥοιάδος· ὀψιαίτερον δὲ αὕτη καὶ ἡ ἀργεμώνη ἀνθοῦσι, καὶ ἡ μὲν ἀργεμώνη ὀπὸν ἀνίησι κροκίζοντα καὶ δριμὺν πρὸς τὴν γεῦσιν ἰσχυρῶς, ἡ δὲ ῥοιὰς λευκότερον καὶ δριμύν. ἀμφό τεραι δὲ μεταξὺ κεφάλιον μήκωνι ἀγρίᾳ παραπλήσιον ἔχουσι, πλὴν τὸ μὲν τῆς ἀργεμώνης ἄνωθεν ὑπόπλατυ, τὸ δὲ τῆς ῥοιάδος ὑπόστενον. αἱ δὲ ἀνεμῶναι οὔτε ὀπὸν ἀνιᾶσιν οὔτε κωδύαν ἔχουσιν ἀλλ᾿ οἱονεὶ ἀσπαράγου ἄκρον, ἐν ἀρούραις τε τὸ πλεῖον ἐκεῖναι φύονται.