Ancient Greek · ~3 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 177
Dioscurides Pedianus, De materia medica 105.177
Not analysed yet
177 ἀργεμώνη· ὅλον μέν ἐστιν ὅμοιον ἀγρίᾳ μήκωνι, τὸ δὲ φύλλον ἀνεμώνῃ ἔχει ὅμοιον, ἐσχισμένον, ἄνθος φοινικοῦν, κεφαλὴν δὲ ἐοικυῖαν μήκωνι ῥοιάδι, ἐπιμηκεστέραν δὲ καὶ πλατεῖαν κατὰ τὰ ἄνωθεν μέρη, ῥίζαν στρογγύλην· ὀπὸν δὲ ἀνίησι κροκίζοντα, δριμύν. καθαίρει δὲ ἄργεμα καὶ νεφέλια, καὶ φλεγμονὰς παρηγορεῖ τὰ φύλλα καταπλασσόμενα. 8 RV: ἀργεμώνη ἑτέρα· οἱ δὲ ἀργεμώνην ἄρσενα, οἱ δὲ σαρκοκόλλαν, Ῥωμαῖοι ἀργεμώνιαμ· καὶ αὕτη παρέοικε μὲν ἀγρίᾳ μήκωνι τοῖς φύλλοις. δύναμιν δὲ ἔχει αὕτη χλωρὰ τριβομένη λεία καὶ ἐπιτιθεμένη διακοπὰς θεραπεύειν καὶ ὀφθαλμῶν φλεγμονὰς παύειν· ἁρμόζει δὲ καὶ δυσεντερικοῖς σὺν ὕδατι πινομένη, κολλητική τε τραυμάτων καὶ φλεγμονῶν ἐστιν εὔθετος, ὡσαύτως ἐπιτιθεμένη σπασμάτων καὶ τιλμάτων ἐστὶ θεραπευτική· ἁρμόζει καὶ θηριοδήκτος σὺν οἴνῳ