Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 178
Dioscurides Pedianus, De materia medica 105.178.1
Not analysed yet
178 ἀναγαλλίς, οἱ δὲ κιχόριον καλοῦσι· διττόν ἐστιν εῖδος αὐτῆς, διαφέρον ἄνθει· ἡ μὲν γὰρ κυάνεον ἔχουσα τὸ ἄνθος θήλεια λέγεται ἡ δὲ τὸ φοινικοῦν ἄρρην. θαμνία δέ ἐστι κεχυμένα ἐπὶ γῆς, φυλλάρια ἔχοντα ἐπὶ τετραγώνων καυλῶν μικρά, ὑποστρόγγυλα, πρὸς τὰ τῆς ἑλξίνης, καρπὸν δὲ περιφερῆ. εἰσὶ δ᾿ ἀμφότεραι τραυματικαί, ἀφλέγμαντοι, σκολόπων ἐπισπαστικαί, νομῶν ἐφεκτικαί.