Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 179
Dioscurides Pedianus, De materia medica 105.179.1
Not analysed yet
179 κισσὸς πολλὰς ἔχει διαφορὰς τὰς κατ᾿ εἶδος, τὰς δὲ γενικωτάτας τρεῖς· λέγεται γὰρ ὁ μέν τις λευκὸς ὁ δὲ μέλας ὁ δὲ ἕλιξ. καὶ ὁ μὲν λευκὸς λευκὸν φέρει καρπόν, ὁ δὲ μέλας μέλανα ἢ κροκίζοντα, δν δὴ ἔνιοι Διονύσιον καλοῦσιν, ὁ δὲ ἕλιξ ἄκαρπός τέ ἐστι καὶ λεπτὰ ἔχει τὰ κλήματα καὶ τὰ φύλλα λεπτά, γωνιοειδῆ, εὔρυθμα. πᾶς δὲ κισσὸς δριμύς ἐστι, στυπτικός, τοῦ νευρώδους ἁπτικός. ποιεῖ δὲ τὰ μὲν ἄνθη αὐτοῦ τοῖς τρισὶ δακτύλοις λημφθέντα καὶ ποθέντα σὺν οἴνῳ πρὸς δυσεντερίας· δὶς δὲ δεῖ τῆς ἡμέρας πίνειν· καὶ πρὸς πυρίκαυτα δὲ ἁρμόζει σὺν κηρωτῇ λειανθέντα.