Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 179
Dioscurides Pedianus, De materia medica 105.179.2
Not analysed yet
τὰ δὲ ἁπαλὰ τῶν φύλλων ἑψόμενα σὺν ὄξει ἢ ὠμὰ λειαινόμενα 2 σπλῆνα ἰᾶται· ῥινεγχυτοῦται δὲ ὁ χυλὸς τῶν φύλλων καὶ τῶν κορύμβων σὺν ἰρίνῳ ἢ μέλιτι ἢ νίτρῳ πρὸς τὰ χρόνια τῆς κεφαλῆς ἀλγήματα καὶ ἐπιβρέχεται σὺν ὄξει καὶ ῥοδίνῳ, ὠταλγίας τε καὶ πυορροοῦντα ὦτα σὺν ἐλαίῳ ἰᾶται. τοῦ δὲ μέλανος κισσοῦ ὁ χυλὸς καὶ οἱ κόρυμβοι ποθέντες ἀγονίαν ποιοῦσι, καὶ ταράσσουσι τὴν διάνοιαν πλεονασθέντες· λεανθέντα δὲ σφαιρία πέντε τῶν κορύμβων καὶ θερμανθέντα σὺν ῥοδίνῳ ἐν σιδίῳ καὶ ἐνσταχθέντα εἰς τὸ ἀντικείμενον οὖς ἐπὶ ὀδονταλγίας τὸ ἄλγημα πραύνει, μελαίνουσι δὲ καὶ τρίχας οἱ κόρυμβοι.