Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 179
Dioscurides Pedianus, De materia medica 105.179.3
Not analysed yet
καταπλάσσεται 3 δὲ τὰ φύλλα πρὸς πᾶν ἕλκος ἑψηθέντα σὺν οἴνῳ, καὶ κατακαύματα καὶ κακοήθη καὶ ἐφηλίδας θεραπεύει καταπλασθέντα, ὡς προείρηται, ἑχθά, κινοῦσι δὲ καὶ καταμήνια ποθέντες ἥ ὑποθυμιαθέντες οἰ κόρυμβοι λεῖοι, καὶ ποθέντες δὲ μετὰ τὴν κάθαρσιν δραχμῆς πλῆθος ἀτόκιόν ἐστι. καὶ ὁ μόσχος δὲ τῶν φύλλων μέλιτι δευθεὶς καὶ προστεθεὶς τῇ μήτρᾳ ἔμμηνα καὶ ἔμβρυα ἄγει, ὁ δὲ χυλὸς ἐνσταζόμενος τὰς ἐν ῥώθωσι δυσωδίας καὶ σηπεδόνας ἐκκαθαίρει. τὸ δὲ δάκρυον αὐτοῦ ψιλοῖ τρίχας καὶ φθεῖρας κτείνει ἐπαλειφόμενον, ὁ δὲ τῶν ῥιζῶν χυλὸς σὺν ὄξει ποθεὶς φαλαγγιοδήκτοις βοηθεῖ.