Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 180
Dioscurides Pedianus, De materia medica 105.180.2
Not analysed yet
ταύτης ὁ χυλὸς μιγεὶς μέλιτι καὶ ἑψηθεὶς ἐν χαλκῷ ἀγγείῳ γείῳ> ἐπ᾿ ἄνθρακος ἁρμόζει πρὸς ὀξυωπίαν· χυλίζεται δὲ καὶ ἡ ῥίζα καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ἀρχομένου θέρους καὶ ξηραίνεται ἐν σκιᾷ καὶ ἀναπλάσσεται. ἡ δὲ ῥίζα πινομένη σὺν ἀνήσσῳ καὶ οἴνῳ λευκῷ ἰκτερικούς θεραπεύει, καὶ ἕρπητας καταπλασσομένη: σὺν οἴνῳ, καὶ ὀδονταλγίας δὲ παύει διαμασωμένη. δοκεῖ δὲ κατωνομάσθαι χελιδόνιον, ἐπειδήπερ ἅμα ταῖς χελιδόσι φαινομέναις φύεται, ληγούσαις δὲ συμπαρακμάζει. τινὲς δὲ προσιστόρησαν ὅτι, ἐάν τις τυφλωθῇ τῶν τῆς χελιδόνος νεοσσῶν, αἱ μητέρες προσφέρουσαι τὴν πόαν ἰῶνται τὴν πήρωσιν αὐτοῦ.